Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.229 Joseph. AJ 8.234 (English) >>Joseph. AJ 8.238

8.232 θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ ὀστᾶ τῶν λαοπλάνων τούτων καὶ ἀπατεώνων καὶ ἀσεβῶν ἐπὶ σοῦ καύσει. ἵνα μέντοι γε πιστεύσωσιν οὗτοι τοῦθʼ οὕτως ἕξειν, σημεῖον αὐτοῖς προερῶ γενησόμενον· ῥαγήσεται τὸ θυσιαστήριον παραχρῆμα καὶ 8.233πᾶσα ἐπʼ αὐτοῦ πιμελὴ τῶν ἱερείων ἐπὶ γῆν χυθήσεται.” ταῦτʼ εἰπόντος τοῦ προφήτου παροξυνθεὶς Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δʼ χεὶρ εὐθέως παρείθη καὶ οὐκέτʼ ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα ἀπʼ αὐτοῦ, καθὼς προεῖπεν προφήτης. 8.234μαθὼν δὲ ἀληθῆ τὸν ἄνθρωπον καὶ θείαν ἔχοντα πρόγνωσιν παρεκάλεσεν αὐτὸν δεηθῆναι τοῦ θεοῦ ἀναζωπυρῆσαι τὴν δεξιὰν αὐτῷ. καὶ μὲν ἱκέτευσε τὸν θεὸν τοῦτʼ αὐτῷ παρασχεῖν, δὲ τῆς χειρὸς τὸ κατὰ φύσιν ἀπολαβούσης χαίρων ἐπʼ αὐτῇ τὸν προφήτην παρεκάλει δειπνῆσαι παρʼ αὐτῷ. 8.235Ἰάδων δέ φησιν οὐχ ὑπομένειν εἰσελθεῖν πρὸς αὐτὸν οὐδὲ γεύσασθαι ἄρτου καὶ ὕδατος ἐν ταύτῃ τῇ πόλει· τοῦτο γὰρ αὐτῷ τὸν θεὸν ἀπειρηκέναι καὶ τὴν ὁδὸν ἣν ἦλθεν ὅπως μὴ διʼ αὐτῆς ποιήσηται τὴν ἐπιστροφήν, ἀλλὰ διʼ ἄλλης ἔφασκεν· τοῦτον μὲν οὖν βασιλεὺς ἐθαύμαζεν τῆς ἐγκρατείας, αὐτὸς δʼ ἦν ἐν φόβῳ μεταβολὴν αὐτοῦ τῶν πραγμάτων ἐκ τῶν προειρημένων οὐκ ἀγαθὴν ὑπονοῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.229 Joseph. AJ 8.234 (English) >>Joseph. AJ 8.238

Powered by PhiloLogic